Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.26 Joseph. AJ 12.31 (English) >>Joseph. AJ 12.36

12.29νομίζω γὰρ αὐτοὺς καὶ παρὰ τὴν τοῦ πατρὸς προαίρεσιν καὶ παρὰ τὸ δέον ᾐχμαλωτίσθαι, τήν τε χώραν αὐτῶν διὰ τὴν στρατιωτικὴν αὐθάδειαν κεκακῶσθαι, καὶ διὰ τὴν εἰς Αἴγυπτον αὐτῶν μεταγωγὴν πολλὴν ὠφέλειαν ἐκ τούτου τοῖς στρατιώταις γεγονέναι. 12.30τὸ δίκαιον οὖν σκοπῶν καὶ τοὺς καταδεδυναστευμένους παρὰ τὸ προσῆκον ἐλεῶν ἀπολύειν κελεύω τοὺς ἐν ταῖς οἰκετείαις ὄντας Ἰουδαίους τὸ προγεγραμμένον κομιζομένους ὑπὲρ αὐτῶν κεφάλαιον τοὺς κεκτημένους, καὶ μηδένα περὶ τούτων κακουργεῖν, ἀλλʼ ὑπακούειν τοῖς προστεταγμένοις. 12.31βούλομαι δὲ τὰς ἀπογραφὰς ἀφʼ ἧς ἐξεπέμφθησαν ἐπὶ τρεῖς ἡμέρας ποιεῖσθαι πρὸς τοὺς ἐπʼ αὐτῶν ὑπάρχοντας, παραδεικνύντας εὐθὺς καὶ τὰ σώματα· τοῦτο γὰρ τοῖς ἐμαυτοῦ πράγμασιν ἡγοῦμαι συμφέρειν. προσαγγελλέτω δὲ τοὺς ἀπειθήσαντας βουλόμενος, ὧν τὰς οὐσίας 12.32εἰς τὴν βασιλικὴν κτῆσιν ἀνενεχθῆναι βούλομαι.” τούτου δὲ τοῦ προστάγματος ἀναγνωσθέντος τῷ βασιλεῖ καὶ τὰ μὲν ἄλλα ἔχοντος, μόνου δὲ λείποντος τοῦ περὶ τῶν πρότερον καὶ τῶν αὖθις εἰσηγμένων Ἰουδαίων μὴ διεστάλθαι, προσέθηκεν αὐτὸς μεγαλοφρόνως καὶ τὸ περὶ τούτων φιλάνθρωπον, καὶ τὴν τῶν διαφόρων δόσιν οὖσαν ἀθρόαν ἐκέλευσεν τοῖς ὑπηρέταις τῶν πραγμάτων ἀπομερίσαι καὶ τοῖς βασιλικοῖς τραπεζίταις. 12.33γενομένου δὲ τούτου ταχέως ἐν ἑπτὰ ταῖς πάσαις ἡμέραις τέλος εἰλήφει τὰ δοχθέντα τῷ βασιλεῖ, τάλαντα δʼ ὑπὲρ ἑξήκοντα καὶ τετρακόσια τῶν λύτρων ἐγένετο· καὶ γὰρ ὑπὲρ τῶν νηπίων εἰσέπραττον οἱ δεσπόται τὰς εἴκοσι καὶ ἑκατὸν δραχμάς, ὡς τοῦ βασιλέως καὶ ὑπὲρ τούτων διδόναι κελεύσαντος ἐν τῷ προγράψαι ὑπὲρ ἑκάστου σώματος λαμβάνειν τὸ προειρημένον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.26 Joseph. AJ 12.31 (English) >>Joseph. AJ 12.36

Powered by PhiloLogic